Add parallel Print Page Options

34 καὶ ἐξελθὼν [a]εἶδεν πολὺν ὄχλον, καὶ ἐσπλαγχνίσθη ἐπ’ [b]αὐτοὺς ὅτι ἦσαν ὡς πρόβατα μὴ ἔχοντα ποιμένα, καὶ ἤρξατο διδάσκειν αὐτοὺς πολλά. 35 Καὶ ἤδη ὥρας πολλῆς γενομένης προσελθόντες αὐτῷ οἱ μαθηταὶ αὐτοῦ [c]ἔλεγον ὅτι Ἔρημός ἐστιν ὁ τόπος, καὶ ἤδη ὥρα πολλή· 36 ἀπόλυσον αὐτούς, ἵνα ἀπελθόντες εἰς τοὺς κύκλῳ ἀγροὺς καὶ κώμας ἀγοράσωσιν ἑαυτοῖς [d]τί φάγωσιν. 37 ὁ δὲ ἀποκριθεὶς εἶπεν αὐτοῖς· Δότε αὐτοῖς ὑμεῖς φαγεῖν. καὶ λέγουσιν αὐτῷ· Ἀπελθόντες ἀγοράσωμεν δηναρίων διακοσίων ἄρτους καὶ [e]δώσομεν αὐτοῖς φαγεῖν; 38 ὁ δὲ λέγει αὐτοῖς· Πόσους [f]ἔχετε ἄρτους; [g]ὑπάγετε ἴδετε. καὶ γνόντες λέγουσιν· Πέντε, καὶ δύο ἰχθύας. 39 καὶ ἐπέταξεν αὐτοῖς [h]ἀνακλῖναι πάντας συμπόσια συμπόσια ἐπὶ τῷ χλωρῷ χόρτῳ. 40 καὶ ἀνέπεσαν πρασιαὶ πρασιαὶ [i]κατὰ ἑκατὸν καὶ [j]κατὰ πεντήκοντα. 41 καὶ λαβὼν τοὺς πέντε ἄρτους καὶ τοὺς δύο ἰχθύας ἀναβλέψας εἰς τὸν οὐρανὸν εὐλόγησεν καὶ κατέκλασεν τοὺς ἄρτους καὶ ἐδίδου τοῖς μαθηταῖς [k]αὐτοῦ ἵνα [l]παρατιθῶσιν αὐτοῖς, καὶ τοὺς δύο ἰχθύας ἐμέρισεν πᾶσιν. 42 καὶ ἔφαγον πάντες καὶ ἐχορτάσθησαν· 43 καὶ ἦραν [m]κλάσματα δώδεκα κοφίνων πληρώματα καὶ ἀπὸ τῶν ἰχθύων. 44 καὶ ἦσαν οἱ φαγόντες [n]τοὺς ἄρτους πεντακισχίλιοι ἄνδρες.

Read full chapter

Footnotes

  1. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:34 εἶδεν WH Treg NIV ] + ὁ Ἰησοῦς RP
  2. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:34 αὐτοὺς WH Treg NIV ] αὐτοῖς RP
  3. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:35 ἔλεγον WH Treg NIV ] λέγουσιν RP
  4. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:36 τί φάγωσιν WH Treg NIV ] ἄρτους. Τί γὰρ φάγωσιν οὐκ ἔχουσιν RP
  5. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:37 δώσομεν WH Treg NIV ] δῶμεν RP
  6. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:38 ἔχετε ἄρτους WH ] ἄρτους ἔχετε Treg NIV RP
  7. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:38 ὑπάγετε WH Treg NIV ] + καὶ RP
  8. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:39 ἀνακλῖναι Treg NIV RP ] ἀνακλιθῆναι WH
  9. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:40 *κατὰ WH Treg NIV ] ἀνὰ RP
  10. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:40 *κατὰ WH Treg NIV ] ἀνὰ RP
  11. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:41 αὐτοῦ NIV RP ] – WH Treg
  12. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:41 παρατιθῶσιν WH NIV ] παραθῶσιν Treg RP
  13. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:43 κλάσματα δώδεκα κοφίνων πληρώματα WH NIV ] κλασμάτων δώδεκα κοφίνους πληρώματα Treg; κλασμάτων δώδεκα κοφίνους πλήρεις RP
  14. ΚΑΤΑ ΜΑΡΚΟΝ 6:44 τοὺς ἄρτους WH Treg RP NA ] – NIV